Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.221 Joseph. AJ 20.226 (English) >>Joseph. AJ 20.232

20.224

Ἀναγκαῖον δʼ εἶναι νομίζω καὶ τῇ ἱστορίᾳ ταύτῃ προσῆκον διηγήσασθαι περὶ τῶν ἀρχιερέων, πῶς ἀρξάμενοι καὶ τίσιν ἔξεστι τῆς τιμῆς ταύτης μεταλαμβάνειν καὶ πόσοι γεγόνασιν μέχρι τῆς τοῦ πολέμου τελευτῆς. 20.225πρῶτον μὲν οὖν πάντων λέγουσιν Ἀαρῶνα τὸν Μωυσέως ἀδελφὸν ἀρχιερατεῦσαι τῷ θεῷ, τελευτήσαντος δὲ ἐκείνου διαδέξασθαι τοὺς παῖδας εὐθὺς κἀπʼ ἐκείνων τοῖς ἐγγόνοις αὐτῶν διαμεῖναι τὴν τιμὴν ἅπασιν. 20.226ὅθεν καὶ πάτριόν ἐστι μηδένα τοῦ θεοῦ τὴν ἀρχιερωσύνην λαμβάνειν τὸν ἐξ αἵματος τοῦ Ἀαρῶνος, ἑτέρου δὲ γένους οὐδʼ ἂν βασιλεὺς ὢν τύχῃ τεύξεται τῆς ἀρχιερωσύνης. 20.227ἐγένοντο οὖν πάντες τὸν ἀριθμὸν ἀπὸ Ἀαρῶνος, ὡς ἔφαμεν, τοῦ πρώτου γενομένου μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀρχιερέως ἀναδειχθέντος ὀγδοήκοντα τρεῖς. 20.228ἐκ τούτων κατὰ τὴν ἔρημον ἐπὶ τῶν Μωυσέως χρόνων τῆς σκηνῆς ἑστώσης, ἣν Μωυσῆς τῷ θεῷ κατεσκεύασεν, μέχρι τῆς εἰς Ἰουδαίαν ἀφίξεως, ἔνθα Σολόμων βασιλεὺς τῷ θεῷ τὸν ναὸν ἤγειρεν, ἀρχιεράτευσαν δεκατρεῖς. 20.229τὸ γὰρ πρῶτον ἕως τοῦ βίου τελευτῆς τὰς ἀρχιερωσύνας εἶχον, ὕστερον δὲ καὶ παρὰ ζώντων διεδέχοντο. οἱ τοίνυν δεκατρεῖς οὗτοι τῶν δύο παίδων Ἀαρῶνος ὄντες ἔγγονοι κατὰ διαδοχὴν τὴν τιμὴν παρελάμβανον. ἐγένετο δὲ αὐτῶν ἀριστοκρατικὴ μὲν πρώτη πολιτεία, μετὰ ταύτην δὲ μοναρχία, βασιλέων δὲ τρίτη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.221 Joseph. AJ 20.226 (English) >>Joseph. AJ 20.232

Powered by PhiloLogic